Ποιηθέντα ὑπό Δρος Χαραλάμπη Μπούσια
Ἀπολυτίκιον
Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Τὸν θεόσδοτον πλάνητα χριστοκήρυκα,
διδασκαλίαις πανσόφοις
τὴν ἀγνωσίαν λαοῦ
διαλύσαντα καὶ γνῶσιν πρὸς σωτήριον
καθοδηγήσαντα πολλοὺς
εὐφημήσωμεν λαμπρῶς
θεόπνευστον Χριστοφόρον
βοῶντες· Ὅσιε πάτερ,
ἡμῖν ἱλέωσαι τὸν Ὕψιστον.
Μεγαλυνάριον
Χαίροις, τῶν Ἀρμπούνων νεοθαλὲς
βλάστημα καὶ Μάνης
πάσης λύχνε νεοφεγγές,
χαίροις, Χριστοφόρε,
τοὐπίκλην Παπουλᾶκε,
λαοῦ ἐζοφωμένου
σέλας ἀείφωτον.
Ποιηθέντα ὑπό ἱεροδιακόνου Φιλουμένου Ρούμπη
Ἀπολυτίκιον
πλ. β΄. Ἀγγελικαὶ δυνάμεις.
Ἀγγελικῶς τὸν βίον πολιτευσάμενος
τοῦτον μετήλλαξας ἔργῳ κηρύγματος
καὶ ζήλῳ τὰ χωρία καὶ τὰς πόλεις διῆλθες
φωτίζων καὶ διδάσκων·
κατῄσχυνας δὲ πλάνην γενναιοφρόνως, σοφέ,
διὸ σὺν ἰσαποστόλοις πρεσβεύεις ὑπὲρ ἡμῶν,
τῶν σὲ τιμώντων εὐλαβῶς, Χριστοφόρε Ὅσιε.
ἡμῖν ἱλέωσαι τὸν Ὕψιστον.